TLG 1442 004 :: IDOMENEUS :: Fragmenta IDOMENEUS Hist. Fragmenta Source: Müller, K. (ed.), FHG 2. Paris: Didot, 1841–1870: 490–494. Frr. 1–18 Citation: Fragment — (line) | ||
t1-3 | ΠΕΡΙ ΤΩΝ ΣΩΚΡΑΤΙΚΩΝ. | |
1 | Diog. L. II, 19: Ἦν γὰρ (Σωκράτης) καὶ ἐν τοῖς ῥητορικοῖς δεινὸς, ὥς φησι καὶ Ἰδομενεύς· ἀλλὰ καὶ οἱ τριάκοντα αὐτὸν ἐκώλυσαν τέχνας διδάσκειν λόγων, ὥς φησι Ξενοφῶν. Καὶ Ἀριστοφάνης αὐτὸν κωμῳδεῖ | |
5 | ὡς τὸν ἥττω λόγον κρείττω ποιοῦντα. Καὶ γὰρ πρῶτος (ὥς φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ) μετὰ τοῦ μαθητοῦ Αἰσχίνου ῥητορεύειν ἐδίδαξε. Λέγει δὲ τοῦτο καὶ Ἰδομενεὺς ἐν τοῖς Περὶ τῶν Σωκρατικῶν. | |
---|---|---|
2a | Diog. L. III, 36: Τοὺς δὲ λόγους, οὓς Κρίτωνι περιτέθεικεν (Πλάτων), ἐν τῷ δεσμωτηρίῳ περὶ τῆς φυγῆς συμβουλεύοντι, φησὶν Ἰδομενεὺς εἶναι Αἰσχίνου· τὸν δ’ ἐκείνῳ περιθεῖναι διὰ τὴν πρὸς τοῦτον δυσμένειαν. | |
2b | Diog. L. II, 60: Τοῦτον (Αἰσχίνην) ἔφη Ἰδομε‐ νεὺς ἐν τῷ δεσμωτηρίῳ συμβουλεῦσα, περὶ τῆς φυγῆς Σωκράτει, καὶ οὐ Κρίτωναι Πλάτωνα δὲ, ὅτι ἦν Ἀρι‐ στίππῳ μᾶλλον φίλος, Κρίτωνι περιθεῖναι τοὺς λόγους. | |
3 | Athenaeus XIII: Τίς γὰρ ἤλπισεν Αἰ‐ σχίνην τὸν Σωκρατικὸν τοιοῦτον γεγενῆσθαι τοὺς τρό‐ πους, ὁποῖόν φησι Λυσίας ὁ ῥήτωρ ἐν τοῖς τῶν συμβο‐ λαίων λόγοις; ὃν ἐκ τῶν φερομένων ὡς αὐτοῦ διαλόγων | |
5 | θαυμάζομεν ὡς ἐπιεικῆ καὶ μέτριον, πλὴν εἰ μὴ ὡς ἀληθῶς τοῦ σοφοῦ Σωκράτους ἐστὶ συγγράμματα, ἐχα‐ | |
ρίσθη δὲ αὐτῷ ὑπὸ Ξανθίππης, τῆς Σωκράτους γυναι‐ κὸς, μετὰ τὸν ἐκείνου θάνατον, ὡς οἱ ἀμφὶ τὸν Ἰδομε‐ νέα φασίν. | 490 | |
t4-17 | [ΠΕΡΙ ΔΗΜΑΓΩΓΩΝ.] | |
4 | Athenaeus XII: Ἰδομενεὺς δέ φησι καὶ τοὺς Πεισιστρατίδας Ἱππίαν καὶ Ἵππαρχον εὑρεῖν θα‐ λίας καὶ κώμους· διὸ καὶ ἵππων καὶ ἑτέρων πολλῶν ἐπι‐ πολάσαι τὸ πλῆθος παρ’ αὐτοῖς· ὅθεν βαρεῖαν αὐτῶν γε‐ | |
5 | νέσθαι τὴν ἀρχήν. | |
5a | Athenaeus XIII: Θεμιστοκλῆς τε, ὥς φησιν Ἰδομενεὺς, οὐχ ἅρμα ζευξάμενος ἑταιρῶν πληθού‐ σης ἀγορᾶς εἰσήλασεν εἰς τὸ ἄστυ; Ἦσαν δὲ αὗται Λά‐ μια, καὶ Σκιώνη καὶ Σατύρα καὶ Νάννιον. | |
5b | Idem XII: Θεμιστοκλῆς δ’, οὔ πω Ἀθη‐ ναίων μεθυσκομένων οὐδ’ ἑταίραις χρωμένων, ἐμφανῶς τέθριππον ζεύξας ἑταιρίδων, διὰ τοῦ Κεραμεικοῦ πληθύον‐ τος ἑωθινὸς ἤλασεν. Ἀμφιβόλως δ’ αὐτὸ εἴρηκεν ὁ Ἰδο‐ | |
5 | μενεὺς, εἴτε ἑταίρας τέτταρας συνυπέζευξεν ὡς ἵππους, εἴτε ἀνεβίβασεν αὐτὰς ἐπὶ τὸ τέθριππον. | |
6 | Schol. Aristoph. Vesp. 947: Ὅτι δὲ ὁ Ἀθηναίων δῆ‐ μος ἀειφυγίαν αὐτοῦ καταγνοὺς ἐδήμευσε τὴν οὐσίαν, καὶ πρὸς Ἀρταξέρξην ἧκε φεύγων, σαφὲς ποιεῖ Ἰδομε‐ | |
5 | νεὺς διὰ τοῦ βʹ τὸν τρόπον τοῦτον· «Οἱ μέντοι Ἀθη‐ ναῖοι αὐτοῦ καὶ γένους ἀειφυγίαν κατέγνωσαν, προδι‐ δόντος τὴν Ἑλλάδα, καὶ αὐτοῦ ἡ οὐσία ἐδημεύθη.» | |
7 | Plutarch. Pericle c. 10, 6: Πῶς ἂν οὖν τις Ἰδο‐ μενεῖ πιστεύσειε κατηγοροῦντι τοῦ Περικλέους ὡς τὸν δημαγωγὸν Ἐφιάλτην φίλον γενόμενον καὶ κοινωνὸν ὄντα τῆς ἐν τῇ πολιτείᾳ προαιρέσεως δολοφονήσαντος | |
5 | διὰ ζηλοτυπίαν καὶ φθόνον τῆς δόξης; Ταῦτα γὰρ οὐκ οἶδ’ ὅθεν συναγαγὼν ὥσπερ χολὴν τἀνδρὶ προσβέβληκε. | |
8 | Idem ibid. c. 35: Ἐπεγράφη δὲ τῇ δίκῃ κατήγορος, ὡς μὲν Ἰδομενεὺς λέγει, Κλέων, ὡς δὲ Θεόφραστος, Σιμ‐ μίας· ὁ δὲ Ποντικὸς Ἡρακλείδης Λακρατίδαν εἴρηκε. | |
9 | Plutarch. Aristid. c. 1: Καὶ μὴν ἄρξαι γε τὸν Ἀριστείδην ὁ Ἰδομενεὺς, οὐ κυαμευτὸν ἀλλ’ ἑλομένων | |
Ἀθηναίων φησίν. | 491 | |
10 | Idem ibid. c. 4, 4: Τῶν δὲ δημοσίων προσόδων αἱρεθεὶς ἐπιμελητὴς οὐ μόνον τοὺς καθ’ αὑτὸν, ἀλλὰ καὶ τοὺς πρὸ αὑτοῦ γενομένους ἄρχοντας ἀπεδείκνυε πολλὰ νενοσφισμένους καὶ μάλιστα τὸν Θεμιστοκλέα· | |
5 | Σοφὸς γὰρ ἁνὴρ, τῆς δὲ χειρὸς οὐ κρατῶν. Διὸ καὶ συναγαγὼν πολλοὺς ἐπὶ τὸν Ἀριστείδην ἐν ταῖς εὐθύναις διώκων κλοπῆς καταδίκῃ περιέβαλεν, ὥς φησιν Ἰδομενεύς. Ἀγανακτούντων δὲ τῶν πρώτων ἐν τῇ πόλει καὶ βελτίστων οὐ μόνον ἀφείθη τῆς ζημίας, ἀλλὰ | |
10 | καὶ πάλιν ἄρχων ἐπὶ τὴν αὐτὴν διοίκησιν ἀπεδείχθη. Προσποιούμενος δὲ τῶν προτέρων μεταμέλειν αὑτῷ καὶ μαλακώτερον ἐνδιδοὺς ἑαυτὸν, ἤρεσκε τοῖς τὰ κοινὰ κλέπτουσιν, οὐκ ἐξελέγχων οὐδ’ ἀκριβολογούμενος, ὥστε καταπιμπλαμένους τῶν δημοσίων ὑπερεπαινεῖν τὸν | |
15 | Ἀριστείδην καὶ δεξιοῦσθαι τὸν δῆμον ὑπὲρ αὐτοῦ σπου‐ δάζοντας ἄρχοντα πάλιν αἱρεθῆναι. | |
11 | Idem ibid. c. 10, 8: Ἐμβαλόντος δὲ Μαρδονίου τὸ δεύτερον εἰς τὴν Ἀττικὴν αὖθις εἰς Σαλαμῖνα διεπέ‐ ρασαν. Ἀριστείδης δὲ πεμφθεὶς εἰς Λακεδαίμονα τῆς μὲν βραδυτῆτος αὐτοῖς ἐνεκάλει καὶ τῆς ὀλιγωρίας προε‐ | |
5 | μένοις αὖθις τῷ βαρβάρῳ τὰς Ἀθήνας, ἠξίου δὲ πρὸς τὰ ἔτι σωζόμενα τῆς Ἑλλάδος βοηθεῖν. Ταῦτα ἀκού‐ σαντες οἱ Ἔφοροι μεθ’ ἡμέραν μὲν ἐδόκουν παίζειν καὶ ῥᾳθυμεῖν ἑορτάζοντες· ἦν γὰρ αὐτοῖς Ὑακίνθια· νυκτὸς δὲ πεντακισχιλίους Σπαρτιατῶν ἐπιλέξαντες, ὧν ἕκαστος | |
10 | ἑπτὰ περὶ αὑτὸν εἵλωτας εἶχεν, ἐξέπεμψαν οὐκ εἰδότων τῶν Ἀθηναίων. Ἐπεὶ δὲ πάλιν ἐγκαλῶν ὁ Ἀριστείδης προσῆλθεν, οἱ δὲ σὺν γέλωτι ληρεῖν αὐτὸν ἔφασκον καὶ καθεύδειν, ἤδη γὰρ ἐν Ὀρεστείῳ τὸν στρατὸν εἶναι πο‐ ρευόμενον ἐπὶ τοὺς ξένους (ξένους γὰρ ἐκάλουν τοὺς | |
15 | Πέρσας), οὐ κατὰ καιρὸν ἔφη παίζειν αὐτοὺς ὁ Ἀρι‐ στείδης ἀντὶ τῶν πολεμίων τοὺς φίλους ἐξαπατῶντας. Ταῦθ’ οἱ περὶ τὸν Ἰδομενέα λέγουσιν. Ἐν δὲ τῷ ψη‐ φίσματι τοῦ Ἀριστείδου πρεσβευτὴς οὐκ αὐτὸς, ἀλλὰ Κίμων καὶ Ξάνθιππος καὶ Μυρωνίδης φέρονται. | |
12 | Athenaeus XIII: Ὑπερίδης δ’ ὁ ῥήτωρ ἐκ τῆς πατρῴας οἰκίας τὸν υἱὸν ἀποβαλὼν Γλαύκιππον, Μυρρίνην τὴν πολυτελεστάτην ἑταίραν ἀνέλαβε· καὶ ταύτην μὲν ἐν ἄστει εἶχεν, ἐν Πειραιεῖ δὲ Ἀρισταγόραν, | |
5 | Φίλαν δ’ ἐν Ἐλευσῖνι, ἣν πολλῶν ὠνησάμενος χρημάτων εἶχεν ἐλευθερώσας, ὕστερον δὲ καὶ οἰκουρὸν αὐτὴν ἐποιήσατο, ὡς Ἰδομενεὺς ἱστορεῖ. | |
13 | Athenaeus XIII: Ἀκό‐ | |
λαστος δ’ ἦν ὁ ῥήτωρ περὶ τὰ ἀφροδίσια, ὥς φησιν Ἰδομενεύς. Ἀριστάρχου γοῦν τινος ἐρασθεὶς μειρακίου, καὶ δι’ αὐτὸ παροινήσας εἰς Νικόδημον, ἐξέκοψεν αὐτοῦ | 492 | |
5 | τοὺς ὀφθαλμούς. Παραδέδοται δὲ καὶ περὶ ὄψα καὶ περὶ νέους καὶ περὶ γυναῖκας πολυτελής. Τοιγαροῦν καὶ ὁ γραμματεύς ποτ’ αὐτοῦ εἶπε· «Τί δ’ ἄν τις περὶ Δημοσθένους λέγειν δύναιτο; τὰ γὰρ ἐνιαυτῷ μελετη‐ θέντα ἐκείνῳ μία γυνὴ μιᾷ νυκτὶ συνέχεεν.» Ἀναλα‐ | |
10 | βεῖν γοῦν καὶ εἰς τὴν οἰκίαν λέγεταί τινα Κνωσίωνα μειρακίσκον, καίτοι γυναῖκα ἔχων· ὡς καὶ αὐτὴν ἀγαν‐ ακτήσασαν συγκοιμᾶσθαι τῷ Κνωσίωνι. | |
14 | Plutarch. Phoc. c. 4: Εἰ γὰρ ἦν, ὥς φησιν Ἰδο‐ μενεὺς, δοιδυκοποιοῦ πατρὸς (ὁ Φωκίων), οὐκ ἂν ἐν τῷ λόγῳ Γλαύκιππος ὁ Ὑπερίδου μυρία συνειλοχὼς καὶ εἰρηκὼς κατ’ αὐτοῦ κακὰ τὴν δυσγένειαν παρῆκεν. | |
15 | Schol. ad Aeschin. De fals. leg. init.: Ὅτι μαθη‐ τὴς ἐγένετο, ὡς μὲν Δημήτριος ὁ Φαληρεὺς, Σωκράτους τοῦ φιλοσόφου, εἶθ’ ὕστερον τοῦ Πλάτωνος, ὡς δὲ Καικίλιος καὶ Ἰδομενεὺς καὶ Ἕρ‐ | |
5 | μιππος, οὐκ ἤκουσε τῶν ἀνδρῶν μαθήσεως χάριν. Qui‐ bus subjiciuntur: Φησὶ γὰρ ὡς οὐδὲν τοῦ χαρακτῆρος τοῦ Πλατωνικοῦ σώζει, οὔτε τὸ ἀκριβὲς καὶ καθαρὸν, [οὔτε τὸ] ἀπέριττον καὶ εὔρυθμον, ἀλλὰ | |
10 | κεχηνυῖά πως ἐστὶν αὐτοῦ ἡ ἰδέα τοῦ λόγου, καὶ ἄτε‐ χνος μὲν καὶ προπετὴς καὶ εὐχερὴς, ἐπὶ τὸ λοιδορεῖν αἰσχρῶς καὶ ἀπρεπῶς ῥήτορι ἐξαγομένη, ἔχουσα δέ τι καὶ εὐφυὲς καὶ εὐάγωγον καὶ οἷον ἂν γένοιτό τινι ἐκ φύσεως καὶ μελέτης ἀφανοῦς. | |
15a | Plutarch. Demosth. c. 15: Ὁ δὲ κατ’ Αἰσχίνου τῆς παραπρεσβείας ἄδηλον εἰ λέλεκται· καίτοι φησὶν Ἰδομενεὺς παρὰ τριάκοντα μόνας τὸν Αἰσχίνην ἀποφυ‐ γεῖν. Ἀλλ’ οὐκ ἔοικεν οὕτως ἔχειν τἀληθὲς, εἰ δεῖ τοῖς | |
5 | Περὶ στεφάνου γεγραμμένοις ἑκατέρων λόγοις τεκμαί‐ ρεσθαι· μέμνηται γὰρ οὐδέτερος· αὐτῶν ἐναργῶς οὐδὲ τρανῶς ἐκείνου τοῦ ἀγῶνος ὡς ἄχρι δίκης προελθόντος. | |
16 | Idem ibid. c. 23: Εὐθὺς δ’ ὁ Ἀλέξανδρος ἐξῄτει πέμπων τῶν δημαγωγῶν δέκα μὲν, ὡς Ἰδομενεὺς καὶ Δοῦρις εἰρήκασιν, ὀκτὼ δ’ ὡς οἱ πλεῖστοι τῶν συγγρα‐ φέων. | |
17 | Bekker. Anecd.: Ἔμπουσα: Ἔμπουσα φάσμα ἐστὶ τῶν ὑπὸ τῆς Ἑκάτης πεμπομένων, εἰς πολλὰς ἀλλασσόμενον μορφάς. Ἐκαλεῖτο δὲ καὶ Ὀνο‐ κώλη τοῦτο τὸ φάντασμα. Ἔμπουσα δὲ ὑπὸ τοῦ ἐμ‐ | |
5 | ποδίζειν τοὺς ἀνθρώπους, ἢ ἀπὸ τοῦ τὸν ἕτερον πόδα χαλκοῦν ἔχειν, τὸν δὲ ἕτερον βολίτινον. Ἐκλήθη οὖν ἡ μήτηρ Αἰσχίνου Ἔμπουσα, ὡς μὲν λέγει Δημοσθέ‐ νης, ἀπὸ τοῦ πάντα ποιεῖν καὶ πάσχειν (καὶ γὰρ τὸ φάσμα παντόμορφον)· ὡς δὲ Ἰδομενεύς | |
10 | φησι Περὶ δημαγωγῶν, ἐπεὶ ἀπὸ σκοτεινῶν τόπων | |
ἀνεφαίνετο τοῖς μυουμένοις. | 493 | |
t18 | ΣΑΜΟΘΡᾼΚΙΚΑ. [ΤΡΩΙΚΑ.] LIBRO PRIMO. | |
18 | Schol. Apoll. Rhod. I, 916: Νῆσον ἐς Ἠλέκ‐ τρης: τὴν Σαμοθρᾴκην λέγει. Ἐκεῖ γὰρ ᾤκει Ἠλέκ‐ τρα ἡ Ἄτλαντος, καὶ ὠνομάζετο ὑπὸ τῶν ἐγχωρίων Στρατηγὶς, ἥν φησιν Ἑλλάνικος Ἠλεκτρυώνην καλεῖ‐ | |
5 | σθαι. Ἐγέννησε δὲ τρεῖς παῖδας, Δάρδανον, τὸν ἐς Τροίαν κατοικήσαντα (ὃν καὶ Πολυάρχην φασὶ λέγεσθαι ὑπὸ τῶν ἐγχωρίων), καὶ Ἠετίωνα, ὃν Ἰασίωνα ὀνομάζουσι, καί φασι κεραυνωθῆναι αὐτὸν ὑβρίζοντα ἄγαλμα τῆς Δήμητρος· τρίτην δὲ ἔσχεν | |
10 | Ἁρμονίαν, ἣν ἠγάγετο Κάδμος. Καὶ ἀπὸ τῆς μητρὸς αὐτῆς Ἠλεκτρίδας πύλας τῆς Θήβης ὀνομάσαι ἱστορεῖ Ἑλλάνικος ἐν πρώτῳ Τρωικῶν καὶ Ἰδομενεὺς ἐν πρώτῳ | |
Τρωικῶν. | 494 |